Ἱ.Ν. Ἁγίων Μαρίνης καί Ἀντωνίου

Παράκληση Τριχερούσας

Ἱερεύς:
Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ἀναγνώστης:
Ἀμήν.

Ψαλμός ρμβ’ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς τῆς Τριάδος κυησάσῃ τὸν Ἕνα, καὶ ὡς ἐκ τούτου παῤῥησίαν ἐχούσῃ, σοὶ ἐκτενῶς προσπίπτομεν Παρθένε ἁγνή, καὶ κατασπαζόμεθα τῆς μορφῆς σοῦ τὸν τύπον, Τριχεροῦσα ἔνδοξε, ἐκ ψυχῆς ἐκβοῶντες· παντοίας ῥῦσαι Μῆτερ ἀπειλῆς, τὰ σὰ τεκνία, Χριστὸν ἱκετεύουσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὅμοιον.
Χριστιανῶν ἡ κραταιᾷ προστασίᾳ, καὶ μοναστῶν ἡ γλυκυτάτῃ ἡδύτης, σὺ ἐκ Θεοῦ δεδώρησαι τοῦ Λόγου σκηνῇ, ὅθεν πάντων πλήρωσον τὰς αἰτήσεις Κυρία· καὶ Χριστῷ προσάγαγε Τριχεροῦσα τοὺς ὅσοι, σοὶ ὡς Μητρὶ προστρέχομεν θερμῶς, καὶ εὐλογίαν τὴν σὴν ἐξαιτούμεθα.

Ψαλμός ν’ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου· ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὦ Τριχεροῦσα, ὄρεξον τῇ σῇ ποίμνῃ χεῖρα! Ἀ(θανάσιος)

ᾨδὴ α’ . Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ὡς Μήτηρ ὑπάρχουσα ἀγαθοῦ, Θεοῦ Λόγου Κόρη, καὶ προσφύγιον τῶν πιστῶν, δεήσεις τὰς νῦν προσαγομένας, ὦ Τριχεροῦσα σεμνὴ πάσας πλήρωσον.
Τοῦ κλήρου σου Ἄθω εἶ χαρμονή, καὶ Χιλανδαρίου ἡ παντέφορος ἀρωγῇ, πανύμνητε Μῆτερ Τριχεροῦσα, καὶ πρὸς Θεὸν ἡ ἀείποτε πρέσβειρα.
Ῥητόρων τὰ πλήθῃ οὐκ ἐξαρκεῖ, τὸν πλοῦτον Παρθένε χαρισμάτων σου ἐξειπεῖν, διὸ τοῦ Ἀγγέλου ἐκβοῷμεν· χαρμονικῶς Τριχεροῦσα τὸ χαῖρε σοι.
Ἱλέωσαι Μῆτερ τὸν σὸν Υἱόν, ὑπὲρ τῶν καθ’ ὤραν, ἁμαρτίαις Αὐτόν πολλαῖς, πταιόντων καὶ μήπω ἰσχυόντων, ταῖς ἑαυτῶν ἐπιστρέψαι δυνάμεσι.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Χάριν πᾶσαν Κυρία παρὰ Θεοῦ εἴληφας, ὅτε σεαυτὴν τῷ ἁγίῳ Αὐτοῦ θελήματι, σαφῶς ὑπέταξας, ὅθεν πηγάζεις ἀφθόνως, τοῖς πιστῶς τιμῶσί σε, χάριν ἀείζωον.
Εὑρηκυῖᾳ Παρθένε, ἡ πανσεβάσμιος Λαύρα σου, τοῦ Χιλανδαρίου ὡς πλοῦτόν σε πολυτάλαντον, πᾶσαν ἀνέθηκε, μέριμναν σοὶ ὡς ἐφόρῳ, Τριχεροῦσα πάναγνε καὶ ἐπαγάλλεται.
Ῥῶσιν πάρεχε Κόρη τὴν ἐκ Θεοῦ ἅπασι, τοῖς προσπτυσσομένοις σου πόθῳ σεπτὸν ἐκτύπωμα, καὶ καθοδήγησον, πρὸς τὴν ζωὴν τὴν ἀγήρῳ, Τριχεροῦσα Δέσποινα θεομακάριστε.
Ὅτε Σάββας ὁ θεῖος Θεοχαρίτωτε ἤνεγκε, ἐκ τῆς Παλαιστίνης εἰς Ἄθω σὸν ἐξεικόνισμα, κλῆρον κατέλιπε, καὶ ἀῤῥαγῆ σε προστάτιν, Ὀρθοδόξοις ἅπασι καὶ θείᾳ Λαύρα σου.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους ὦ Τριχεροῦσα, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄσυλον τεῖχος καὶ σωτηρίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Τριχεροῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Γλυκείαν χαράν, ἐν θλίψεσι σε ἔχομεν, τὰς χεῖρας ἀεί, πρὸς Κύριον ἐκτείνουσαν, Τριχερούσα πάντιμε, οἱ ἀνάξιοι δοῦλοί σου, διὸ ἐν πόθῳ πολλῷ, σὴν μορφὴν ἀσπαζόμεθα.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὑετὸν τῆς σῆς χάριτος, πέμψον Τριχεροῦσα τοῖς αἰτουμένοις σου, τὴν πρεσβείαν πρὸς ὃν ἔτεκες, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Σύναψόν μου Πανάμωμε, πάσας τὰς δυνάμεις ἃς διεσκόρπισα, Ἱωάννου ὥσπερ ἥρμοσας, τὴν κοπεῖσαν χεῖρα θείου λάτρου σου.
Ἀναιδῶς ἐκπειράζει με, ὁ εἰκονομάχος σατὰν Θεόνυμφε, ἀποστῆναι τοῦ Κυρίου μου, ὅθεν ἱκετεύω, σὺ με στήριξον.
Ὁρατὸς καὶ ἀόρατος, κόσμος διὰ σε δεδημιούργηται, τὴν κοσμήσασαν Πανάχραντε, ἀκοσμίαν πτώσεως τοῦ σύμπαντος.

ᾨδὴ ε’ . Φώτισον ἡμᾶς.
Ῥῦσαι τῶν δεινῶν, Τριχεροῦσα τοὺς ἱκέτας σου, καὶ τρίτη χεῖρ γενοῦ τοῖς δώσοις σου πιστῶς, καταφιλοῦσι, τὸ πανάγιον ἐκτύπωμα.
Εὕρομεν Ἁγνή, σὲ λιμένα ἀσφαλέστατον, ἐκ κυμάτων τῶν τοῦ βίου λυπηρῶν, καὶ ὡς ὄρνιν, σὰ νοσσία περισκέπουσαν.
Ξύλον τῆς ζώῃς, ἐφευρίσκομεν Εἰκόνος σου, ἀσπαζόμενοι τὸ ξύλον τὸ σεπτόν, ὦ Τριχεροῦσα, ὁ Παράδεισος ὁ ἔμψυχος.
Ὅλον μου τὸν νοῦν, ἐργαστήριον ἀπόδειξον, τῆς νοερᾶς εὐχῆς γλυκέος Ἰησοῦ, διακρατοῦντα, Τριχεροῦσα θείαν ἔννοιαν.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχέω.
Νεάζω, κεκμηκὼς Πανάμωμε, προσκυνῶν σου τὴν ἁγίαν εἰκόνα, καὶ ἐναργῶς, τὴν ἀπόδειξιν ἔχω, τῆς φιλανθρώπου καὶ θείας ἀγάπης σου, διὸ θερμῶς καταφιλῶν, Τριχεροῦσα οὐ παύσω τὸν τύπον σου.
Τριάδος, γεγονυῖα Ἄσπιλε, συνεργὸς πρὸς σωτηρίαν τοῦ κόσμου, Τριαδικήν θείαν πρόνοιαν δείκνυς, τρίτη χειρὶ ὑπαρχούσῃ εἰκόνι σου, καὶ τοῦτο Κόρη δίκαιον ἔστιν, δευτερεῖα Τριάδος ἐχούσης σου.
Ἡ Λαύρα σου, Τριχεροῦσα πάντιμε σε γινώσκει Ἡγουμένην ἐν πᾶσι, καὶ ὁ λαὸς Ὀρθοδόξων σε ἔχει, τῆς εὐλαβείας παλλάδιον τίμιον, καὶ πᾶς πιστὸς σε κρήνην θεϊκήν, ἐνεργείας ἀκτίστους προχέουσαν.
Σαββάτισον, τὸν λαὸν σου Δέσποινα, ἀπὸ πάντων τοῦ παρόντος αἰῶνος, καὶ πρὸς Θεόν, τὰς καρδίας ἐκτείνειν, πὼς δεῖ Παρθένε ἡμᾶς καθοδήγησον, ᾗ πάντοτε ἐν τῇ σεπτῇ· σοῦ εἰκόνι Χριστὸν ἐνδεικνύουσα.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους ὦ Τριχεροῦσα, ὅτι πάντες μετὰ Θεὸν εἰς σε καταφεύγομεν, ὡς ἄσυλον τεῖχος καὶ σωτηρίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Τριχεροῦσα σεπτῇ λαοῦ σου ἐπάκουσον, τὰς λιτὰς καὶ αὐτὰς Κυρίῳ ἀνάφερε, ὅτι ταχὺ δεήσεις μητρικάς, ἐκπληροῖ ὁ ἀγαθός, καὶ πέμπει ἔλεος αὐτοῦ, τοῖς τιμῶσι σε Πάναγνε, ὅθεν πιστῶς βοῷμεν· ἔκχεε τὴν σὴν χάριν, διαφυλάττουσα ἡμᾶς, ἀπὸ πάσης περιστάσεως.

Καὶ εὐθύς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α’ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχὴ μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Τριχερούσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ὕπαρξιν, ἀπὸ νηπίου Παρθένε, τῷ Θεῶ ἀνέθηκας, ξένως χρηματίσασα, αὐτοῦ ὄργανον, τὸν Χριστὸν τέξασα, ὑπὲρ λόγον Κόρη, διὸ εἴληφας Πανάμωμε, χάριν ὑπέρτιμον, ἥν καὶ μεταδίδως εἴκοσι σου, ὡς πείρα ἐπεγνώκαμεν, σὴν μορφὴν ἁγίαν κατέχοντες, Τριχεροῦσα θεία, ἐκτύπωμα προσώπου σου σεπτοῦ, ὅ προσκυνοῦντες σεβόμενοι, πόθῳ ἀγαλλόμεθα.

Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης. Τοῦ ἁγίου Μεγαλομάρτυρα Φανουρίου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ πάναγνος μορφὴ σου, Τριχεροῦσα Μῆτερ, ποίμνης τῆς σῆς τὸ προσφύγιον πέφυκε, καὶ Ὀρθοδόξων ἁπάντων, σέβασμα τίμιον.
Πολέμησον Παρθένε, ὑπὲρ εὐσεβούντων, πολεμουμένων ἐχθροῦ ἐπιθέσεσι, καὶ τὴν εἰρήνην Υἱοῦ σου, ψυχαῖς ἐγκαίνισον.
Ὀρθόδοξοι τιμῶντες, θείαν σου εἰκόνα, ὦ Τριχεροῦσα εὑρίσκομεν ἄφεσιν, παραπτωμάτων καὶ ἄνεσιν ἐκ τῶν θλίψεων.
Ἰσχῦς κραταιοτάτῃ, δέδοσαι σῇ ποίμνῃ, ὦ Τριχεροῦσα ἐκ Σάββα θεόφρονος· καὶ εὐλαβέσι θεόθεν, στήριγμα ἄῤῥηκτον.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Μὴ διαλίπῃς, ὦ Τριχεροῦσα ὀρέγειν, τῷ λαῷ σου χεῖρα οὐρανόθεν, ἵνα σε τιμῶμεν· Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Νενεκρωμένας ψυχὰς ἀνάστησον Κόρη, Τριχεροῦσα ἐκ τῆς ἁμαρτίας, ὅπως σε ἀπαύστως· τιμῶμεν εἰς αἰῶνας.
Ἡ δαψιλὴς σου, χορηγίᾳ Παρθένε, Τριχεροῦσα μὴ παυσάτω πᾶσι, τοῖς πιστῶς τιμῶσι, δωρεῖσθαι εἰς αἰῶνας.
Χριστὸν τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου, Θεοτόκε Μῆτερ Τριχεροῦσα, τοῦτον ἐξιλέου, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἐκ πάσης με ἀνάγκης, φύλαττε Παρθένε, τὴν κληρουχίαν σου κόρη Πανάμωμε, ἀσπαζομένην σεπτὴν σου, εἰκόνα Ἄχραντε.
Ἰάσεις ἐκ παντοίας ἀσθενείας Κόρη, σοῖς ὑμνηταῖς Τριχεροῦσα ἀπόστειλον, καὶ οὐρανῶν βασιλείας, μετόχους ποίησον.
Ῥευμάτων θείων χάριν, Τριχεροῦσα δίδου, τῷ σῷ λαῷ καὶ τῇ ποίμνῃ ἀείροον, σὸν χαρακτῆρα τιμώντων, τὸν θεοτύπωτον.
Ἀνύμφευτε Παρθένε, κάθαρον ψυχὴν μου, καὶ τῷ Νυμφίῳ ἁγνὴν ταύτην ἅρμοσον, θείων χειρῶν σου πρεσβείαις, Νύμφη πανάμωμε.
Ἀγάλλεται καρδία, πᾶσα Τριχεροῦσα τῶν Ὀρθοδόξων εἰκόνα τιμῶσά σου, καὶ ταῖς εὐχαῖς σου ἐλπίζει, ζωὴν αἰώνιον.

Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν· τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν. Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε μετὰ πόθου καὶ χαρμονῆς, Τριχερούσης τύπον καὶ εἰκόνα θαυματουργόν, προσκυνοῦντες χάριν, Θεοῦ καὶ εὐλογίαν, πρεσβείαις ταύτης πάντες προσπορισώμεθα.
Θεῖε Ἰωάννη Δαμασκηνέ, Θεοτόκου λάτρα, Τριχερούσης σῆς ἰατροῦ, ὥσπερ τὴν κοπεῖσαν, χεῖρα ἐθεραπεύθης, ψυχῆς ἡμῶν δυνάμεις, πάσας ἰάτρευσον.
Σῦν τῷ Νικολάῳ τῷ θαυμαστῷ, Μῆτερ Τριχεροῦσα, ὄπισθέν σου εἰκονικῶς, ὄντι Ὀρθοδόξων τὰς ἐκτενεῖς δεήσεις, προσᾴξατε Κυρίῳ, τῷ Παντοκράτορι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β’. Πάντων προστατεύεις.
Πάντας τοὺς τὴν θείαν σου μορφήν, Τριχεροῦσα Κόρη τιμῶντας εὐλόγει πάντοτε, νόσων τε καὶ θλίψεων ἐξαιρουμένῃ ταχύ, καὶ ἀγάπην ἐμφύτευσον, πρὸς τὸν σὸν Δεσπότην, καὶ Υἱὸν γλυκύτατον τῇ μητρικῇ σου στοργῇ, ὅπως, εὐχαρίστως τὸν ὕμνον, τῆς εὐχαριστίας διδόντες, εὕρωμεν αἰώνιον ἀνάπαυσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβεία Κύριε, πάντων τῶν ἁγίων,καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἡμῖν, καί ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Στίχοι
Τριάδος σεπτῆς οἶκον με δεῖξον Κόρη τρίτη χεῖρ ἐν βίῳ μου σὺ φαινομένη θεία.